Η ΜΟΝΗ ΣΙΝΑ ΠΡΟΣΕΥΧΕΤΑΙ ΓΙΑ ΤΗΝ ΠΑΝΔΗΜΙΑ
ΜΕ ΕΥΧΗ ΤΟΥ ΣΕΒ. ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΙΝΑΙΟΥ ΔΑΜΙΑΝΟΥ
Ως γνωστόν, στην Iερὰ Μονὴ Σινά (Aγίας Αiκατερίνης) και στα ανά τον κόσμο Μετόχια της Ι. Μονής, αναπέμπεται δέησις και αναγινώσεται ειδική ευχή για την θεραπεία της λοιμικής ασθενείας και των παγκοσμίων συνεπειών της, προσωπικών και κοινωνικών, υπέρ ταχείας αναρρώσεως των νοσούντων υπ’ αυτής, υπέρ παραμυθίας των πενθούντων και αναπαύσεως των κεκοιμημένων νοσησάντων υπ’ αυτής. Παραθέτουμε την σχετική ευχή ποιηθείσα υπό του Σεβ. Αρχιεπισκόπου και Καθηγουμένου Αυτής κ. Δαμιανού.
Ε Υ Χ Η
ΕΙΣ ΚΑΤΑΠΑΥΣΙΝ ΤΗΣ ΛΟΙΜΙΚΗΣ ΝΟΣΟΥ ΤΟΥ ΚΟΡΩΝΟΪΟΥ
(ΠΟΙΗΘΕΙΣΑ ΥΠΟ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΙΝΑ ΔΑΜΙΑΝΟΥ)
Τοῦ Κυρίου δεηθῶμεν
ύριε Ἰησοῦ Χριστὲ Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ Πατρός, ὁ θέσας καὶ γινώσκων τοὺς λόγους τῶν ὄντων, ὁ κτίσας τὸν ἄνθρωπον καὶ ἰασάμενος τὴν ἐκ τῆς ἁμαρτίας ἀσθένειαν τῆς φύσεως ἡμῶν, ὁ δι’ ἀνείκαστον φιλανθρωπίαν, δι’ ἡμᾶς τοὺς ἀνθρώπους σαρκωθεὶς ἐκ τῆς Ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, προσλαβόμενος ὅλον τὸ ἡμέτερον φύραμα, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, αὐτοζωΐα καὶ χορηγὲ τῆς ζωῆς, ἔπιδε ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν ἁμαρτωλῶν καὶ ἀναξίων δούλων Σου, τῶν μοναζόντων καὶ τῶν ἐν τῷ Ὄρει Σινᾷ ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων καὶ ἐλέησον ἡμᾶς τοὺς ὅλῃ καρδίᾳ ὑψοῦντας ἱκετευτικῶς χεῖρας παρειμένας καὶ ἀναξίας, ὡς πάλαι ποτὲ ὁ θεράπων Σου Μωσῆς, ὁ γενάρχης ἡμῶν, ὁ παρὰ τὰς πολλὰς ἁμαρτίας τοῦ λαοῦ, ἐν μετανοίᾳ, νηστείᾳ καὶ θερμουργῷ προσευχῇ θεώπτευσέν Σε ἐν νεφέλαις τὸν ἀπρόσιτον καὶ ἀπερίγραπτον Θεόν, τὸν
βαδίσαντα καὶ καθαγιάσαντα τὸ Σίναιον Ὄρος καὶ παραδόντα τὸν θεόγραφον νόμον ἐνθάδε, ἐν τῇ κορυφῇ τῆς νομοδοσίας, ἔνθα τὸ πάλαι αἱ ἐξ ἀνομβρίας διψῶσαι αἷγες ἐκέκραξαν σοι, τῷ Κτίστῃ αὐτῶν καὶ τῆς φωνῆς αὐτῶν ἀκούσας ἔλυσας τὴν ἀνομβρίαν καταπέμπων ὄμβρους εἰρηνικούς. Σύ, Κύριε, ἐν Αἰγύπτῳ τοῦ δούλου λαοῦ σου συγχωρῶν τὰς ἁμαρτίας καὶ ἀπιστίας, ὡς νεφέλη καὶ στῦλος πυρὸς εἰς τὴν σωτηρίαν ὡδήγησας καὶ διέσωσας καὶ τοῖς μετανοήσασι ὑπὲρ δώδεκα μυριάδαις Νινευΐτῶν ἄφεσιν δωρησάμενος. Κατενώπιόν Σου, Κύριε Παντοκράτορ, ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, οὐδὲν συνετηρήσαμεν, ἀλλὰ Σὲ μόνον λατρεύομεν καὶ προσκυνοῦμεν, κλίνοντες γόνυ καρδίας καὶ σώματος καὶ παρακαλοῦμεν, πολυεύσπλαχνε καὶ πανοικτίρμον Κύριε, λύτρωσον τῇ κραταιᾷ δυνάμει Σου τὸ Γένος ἡμῶν καὶ τὸν κόσμον Σου ἀπὸ τῆς ἐνσκηψάσης ὀλεθρίας νόσου τοῦ κορωνοϊοῦ. Τοῖς ἀσθενούσιν ἐξ αὐτοῦ καρτερίαν καὶ ἄνεσιν δώρησαι ταχέως ἀπαλλάσων καὶ ὁλοτελῶς ἰώμενος αὐτούς, ἵνα ἐν χρηστότητι πορεύωνται τὸ λοιπὸν τῆς ζωῆς αὐτῶν. Τοὺς ἐκ τῆς νόσου προαπελθόντας ἀδελφοὺς ἡμῶν ἐν μετανοίᾳ παράλαβε καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ ζείδωρον φῶς τοῦ προσώπου Σου, ἐκχέων τὴν ἄνωθεν παραμυθίαν τοῖς οἰκογενέσι αὐτῶν. Τοῖς διακονοῦσι τὴν ὑγείαν, τὴν ὑπομονὴν τοῦ δικαίου Ἰώβ δώρησαι. Δέχου, Κύριε Ἰησοῦ, τὴν μετάνοιαν ἡμῶν καὶ ἴασαι τὴν δεινὴν λοιμικὴν νόσον, παντελῶς ἀφανίζων αὐτήν, πρεσβείαις τῆς Παναγίας Μητρὸς Σου, τῆς ἀκαταφλέκτου Βάτου, τῆς ἁγίας Μεγαλομάρτυρος νύμφης Σου Αἰκατερίνης τῆς πανσόφου καὶ πολιούχου ἡμῶν, πάντων τῶν ἐν Σινᾷ καί Ραϊθῷ ἀσκήσει καί ἀθλήσει διαλαμψάντων καί πάντων Σου τῶν Ἁγίων.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ Σοῦ τοῦ πολυευσπλάγχνου Θεοῦ, τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ Παναγίου Πνεύματος, τοῦ προσκυνουμένου καὶ δοξαζομένου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΚ ΤΗΣ Ι. ΜΟΝΗΣ ΣΙΝΑ